Ancient Greek
P.Cair. Zen. 2 59279
Documentary Papyri, P.Cair. Zen. 2 59279
Not analysed yet
Πᾶσις Ζήνωνι χαίρειν. …περὶ τοῦ ἀράκου. δοὺς οὖν Ἀπολλοδότωι τὴν ἐπιστολὴν …εἰς Ἡρακλέους πόλιν πρὸ τοῦ …σαι· καὶ ἕως τοῦ νῦν οὐ …ρ…κον… καὶ Τιμοθέωι ἐδώκαμεν τὴν πρὸς αὐτὸν ἐπιστολὴν καὶ ἀντέγραψέν σοι. τὰς δὲ β ἀρτάβας τὰς παρὰ Μαιμάχου ἔχω καὶ ὁ παρὰ σοῦ κεκόμικεν πρὸς σέ. οἱ δὲ λοιποὶ ἐὰν μὴ ἀποστείλωσιν, γράψον ἡμῖν ὅπως ἂν συναγοράσωμεν· εὑρήκαμεν γὰρ ὧδε πωλούμενον. ταύτην δὲ τὴν ἐπιστολὴν ἔγραψά σοι εἰς Φιλαδέλφειαν. κατελάβομέν σε καταπεπλευκότα. ἰδόντες δὲ τὴν γῆν ὑποπεφευγυῖαν …εν οὖν συναγοράσαι ὅσου χρείαν εἶχεν ἡ γῆ. γεγράφαμεν οὖν σοι ἵνα εἰδῆις. ἔρρωσο. ἔτους λε. Φαῶφι ιϛ. Ζήνωνι.