Ancient Greek
P.Cair. Zen. 2 59284
Documentary Papyri, P.Cair. Zen. 2 59284
Not analysed yet
Ἱεροκλῆς Ζήνωνι χαίρειν. ἐμνήσθην σοι καὶ πρότερον ἐν πόλει ὑπὲρ Ἑρμογένους τινὸς τῶν κληρούχων, ᾤμην δὲ δεῖν πάλιν ὑπομνῆσαί σε. καλῶς ἂν οὖν ποιήσαις, ὡς ἄν σοι ἀποδῶι τὴν ἐπιστολήν, γνωριμώτερόν σε ποιήσας αὐτῶι καί, ἐάν τινά σου χρείαν ἔχηι, ποιῶν αὐτῶι ὅσα ἐστίν σοι ἐν δυνατῶι, διασυνέσταται γὰρ ἡμῖν ὑπὸ φίλων τινῶν οἷς ἐπὶ πλεῖον τυνχάνει συνών, ἐὰν δὲ οἱ κληροῦχοι μὴ ὦσιν τεταγμένοι ἐν τοῖς περὶ σὲ τόποις, γράψας ἐπιμελῶς πρὸς τὸν ἐπιστάτην τὸν ἐκεῖ ὄντα, ἵνα διὰ σὲ μὴ ὀλιγωρῶνται, ἀλλὰ τυνχάνωσιν τῆς πάσης φιλανθρωπίας. ἔρρωσο. ἔτους λε, Γορπιείου κε. ἔτους λε, Τῦβι κβ. Ἱεροκλῆς Ἑρμογένους. Ζήνωνι.