Ancient Greek
P.Cair. Zen. 2 59287
Documentary Papyri, P.Cair. Zen. 2 59287
Not analysed yet
Ζήνων Ἰσίγγωι χαίρειν. τὰ ληφθέντα παρὰ σοῦ ἔρια Ἀράβια τελέως ἦν ῥυπαρά τε καὶ τραχέα· διὸ ἀπεστάλκαμέν σοι κομίζοντα Ἡρακλείδην. εἰσὶν δὲ πόκοι ιϛ, ὧν ὁλκὴ μνᾶι ιη δ. ἔρρωσο. ἔτους λε, Τῦβι ιδ. Ἰσσίγγωι.