Ancient Greek
P.Cair. Zen. 2 59291
Documentary Papyri, P.Cair. Zen. 2 59291
Not analysed yet
Ζήνωνι χαίρειν Ἁρμάεις καὶ Τεῶς. ἐνέβημεν εἰς τὰ ἔργα ἀπὸ ἔτους λδ, σοῦ συντάξαντος ἡμῖν τοῖς ἔργοις προσέχειν τετράμηνον. ἔστιν δὲ ἡμῖν μῆνες ἑκκαίδεκα ἀφʼ οὗτε παρεστήκαμεν τοῖς ἔργοις μετὰ Ὥρου τοῦ σοῦ ὑπηρέτου· καὶ ἀναπληροῦν ἡμᾶς ποιεῖ ὃ ἂν λάβωμεν καὶ ὃ ἂν οἱ ξένοι λάβωσει. ἔστιν δὲ ὃ διδόασιν ἡμῖν παρὰ τὰς μυρίας πεντακοσίαν ,καὶ ταῦτα προσεισπράσσει ἡμᾶς. καλῶς ἂν οὖν ποιήσαις ἐπισκεψάμενος ἡμᾶς καὶ μὴ περιιδεῖν παραπολλυμένους τῆι λειμῶι, ἀνακαλεσάμενος Ὧρον διαλογίσεσθαι ἡμῖν. εὐτύχει.