Ancient Greek
P.Cair. Zen. 3 59301
Documentary Papyri, P.Cair. Zen. 3 59301
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Κασσάνδρου τῶν Ἀπολλωνίου στρατιωτῶν· περὶ …εῦτος, οὗ καὶ ἐν πόλει σοι ἐμνήσθην φάμενος ἀνῆχθαι αὐτὸν εἰς Φιλαδέλφειαν ἐν τοῖς θερισταῖς τοῖς ἐκ τοῦ Μεμφίτου κώμης Ψύχεως. καλῶς ἂν οὖν ποιήσαις διέμενος αὐτόν, καθὰ ἐν πόλει μοι ἐπηγγείλω. ἔστιν γὰρ ἄνθρωπος ἡμῖν χρήσιμος. ἔρρωσο. ἔτους λϛ, Παχώνς. Κάσσανδρος. Ζήνωνι.