Ancient Greek
P.Cair. Zen. 3 59314
Documentary Papyri, P.Cair. Zen. 3 59314
Not analysed yet
Ἀρίστανδρος Ζήνωνι χαίρειν. ἔδει μέν σε, καθότι συνεβάλου ἡμῖν, Ἡρακλείδην τὸν σιτολόγον ἀπεσταλκέναι. οὐ μὴν ἀλλʼ ἔτι γε καὶ νῦν αὐτὸ ἐπιμελῶς ποίησον· ὁ γὰρ Ἀγήνωρ ἡμῖν πράγματα παρέχει. γίνωσκε δὲ καὶ περὶ τῶν σησαμικῶν ἡμᾶς ἐμβεβληκότας ὅτι τὰ ἐξ ἄλλων ἀνενεχθέντα σύμβολα ὑπὸ σοῦ τὰ πλεῖστά ἐστιν τῶν τιμὰς σίτου ὠφειληκότων. γέγραφα οὖν σοι ὅπως εἰδῆις. τὸν δὲ Ἡρακλείδην νύκτα ἡμέραν ποιούμενος ἀπόστειλον, ἵνα μὴ ἐπιτιμηθῶμεν. ἔρρωσο. ἔτους λϛ, Θῶυθ ιε. εἰς Φιλαδέλφειαν. …Ἀρίστανδρος περὶ Ἡρακλείδου σιτολόγου. Ζήνωνι.