Ancient Greek
P.Cair. Zen. 3 59316
Documentary Papyri, P.Cair. Zen. 3 59316
Not analysed yet
Πεκῦσις Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ τοῦ σταθμοῦ οὗ φήις ἐνοικεῖν Φίλωνα. οὐ γὰρ οἶμαί σε ἀγνοεῖν ὅτι ἀπῆλθόν τινες τῶν γεωργῶν καταλιπόντες τοὺς σταθμούς, νῦν δὲ …ειλήφαμεν τοὺς τοπ…ους, ἀνεληλύθασιν. οὗτοι οὖν ἔχουσιν τὴν οἰκίαν· ἦν γὰρ αὐτῶν τὸ πρότερον· καὶ νῦν οὐκ ἐνοικεῖ ὁ Φίλων ἐν τῆι οἰκίαι, ἀλλὰ ἀπῃτημένη ἦν ὑπὸ Ἀπολλωνίου τοῦ παρὰ Ἀπολλοδότου. γέγραφα οὖν σοι ἵνα εἰδῆις. ἔρρωσο. ἔτους λϛ, Θῶυθ κ. Ζήνωνι.