Ancient Greek
P.Cair. Zen. 3 59322
Documentary Papyri, P.Cair. Zen. 3 59322
Not analysed yet
Κρίτων Μοσχίωνι χαίρειν. ἐνέτυχεν ἡμῖν Δημοκράτης ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν φάμενος ἀδικεῖσθαι ὑπὸ Φιλοκλέους τοῦ τοπαρχοῦντος ὑπὸ σὲ καὶ ἀφῃρῆσθαι αὐτοῦ πυρῶν ἀρτάβας ν, οὐκ ὀφείλοντος αὐτοῦ τῶι βασιλεῖ οὐθὲν οὐδὲ γεγεωργηκότος ὑπʼ αὐτόν, ἀλλὰ συνηγορακὼς παρὰ τῶν θεριστῶν. καλῶς ἂν οὖν ποιήσαις φροντίσας περὶ αὐτοῦ ὅπως ἂν κομίσηται καὶ μὴ ἀδικηθῆι. φησὶ δὲ καὶ ὑπʼ ἄλλων τινῶν ἀδικεῖσθαι τῶν ὑπὸ σέ. σὺ οὖν μὴ ἐπίτρεπε αὐτοῖς· ἔστιν γὰρ παρʼ ἡμῶν. ἔρρωσο. ἔτους λϛ, Τῦβι ιε. Μοσχίωνι.