Ancient Greek
P.Cair. Zen. 3 59337
Documentary Papyri, P.Cair. Zen. 3 59337
Not analysed yet
Ἰάσων Ζήνωνι χαίρειν. διῆλθον εἰς Μοιθῦμιν πρὸς Λέοντα περὶ τοῦ ἐπαρουρίου οὗ πράσσεται ἐτῶν ε τοῦ τε ἀμπελῶνος καὶ παραδείσου ἑκάστης ἀρούρας δραχμῶν γ. ἠξιώσαμεν οὖν αὐτὸν ἐπισχεῖν καὶ τὸν οἶνον μὴ ἀποδόσθαι ἕως τοῦ σοι γράψαι. δέδωκεν οὖν ἡμῖν ἡμέρας γ ἐν αἷς οἰκονομίαν λήψεται. ἔγραψεν δὲ καὶ Μητρόδωρος Ἑρμολάωι ἐπιστῆσαι ἕως τοῦ σοι γραφῆναι. ἔρρωσο. ἔτους λη, Μεσορὴ ιθ. Ζήνωνι.