Ancient Greek
P.Cair. Zen. 3 59346
Documentary Papyri, P.Cair. Zen. 3 59346
Not analysed yet
Ὧρος Ζήνωνι χαίρειν. λ… τοῦ Φαώφιος μηνὸς κγ Ἰναρῶυς ἐκ Κερκεσούχων δ Ἰναρῶς ἐκ Κερκεσούχων δ Ψενεμιεὺς ὁ νεώτερος ὀφείλημα περυσινὸν α καὶ σῆτες γ καὶ τὰς δ τοκάδας ἃς εἶχεν ἀπηγάγομεν εἰς Φιλάδελφον καὶ ἐχάραξε αὐτὰς Ἐφάρμοστος Χαιῶφις Χαιώφιος ἐκ Κερκεσούχων γ Τεῶς …ῆτος ἐκ Βουβάστου ζ Σεμφθεὺς …εξ…ου γ Πετοσῖρις ἐκ Ψύας α Λυσι… Ἁρμ… ἐκ Φαρβαίθου α το…ια… λιβ… ἐκ λόγου ὧν ἀπέδοτο πρὸς τὸ φυλακιτικὸν ἀπὸ τούτου ἠγοράσθη τοῖς χοιριδίοις ἐν Φαρβαίθωι κριθαὶ ὀβολοῦ α 𐅵τὸ δὲ λοιπὸν ἔχει Ἀπολλόδωρος ὀβολοὺς δ 𐅵…ος ἐξ Ἀρσινοίδος ϛ γίνονται τὰ χοιρίδια λθ …ἀπέθανε α καὶ ἀπήνεγκα …εἰς Φιλάδελφον ἔδωκα δὲ Ἐφαρμόστωι ……Ἁθὺρ ζ ἔχει Ἐφάρμοστος δέλφακας β οὓς Ἰναρῶς ἀπήγαγεν αὐτῶι εἰς Φιλάδελφον καὶ τούτων α ἀπὸ τῆς πρώτης λογείας καὶ ἄλλος τῆς ἐσχάτης …δέλφακες β οὓς ἀπήνεγκε παρʼ Ἰμούθου εἰς Φιλάδελφον καὶ ἔδωκε Ἐφαρμόστωι. ἔρρωσο. ἔτους β.