Ancient Greek
P.Cair. Zen. 3 59348
Documentary Papyri, P.Cair. Zen. 3 59348
Not analysed yet
Καλλικράτης Ζήνωνι χαίρειν. ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολὴν καὶ τὰς πρὸς Ἀπατούριον γεγραμμένας. αὐτὸς μὲν οὖν οὐκ ἠδυνάσθην οἰκονομῆσαι παρὰ τὸ ἐκείνωι γεγράφθαι, τῶι δὲ παρὰ σοῦ κομίζοντι ὡς ἔχει ἀποδεδώκαμεν ἐσφραγισμένας καὶ συντετάχαμεν αὐτῶι ἀποκομίσαι πρὸς Ἀπατούριον. ἵνʼ οὖν εἰδῇς γέγραφά σοι. ἔρρωσο. ἔτους β Ἁθὺρ κδ. Ζήνωνι.