Ancient Greek
P.Cair. Zen. 3 59350
Documentary Papyri, P.Cair. Zen. 3 59350r
Not analysed yet
Φιλώνιχος Εὐκλεῖ χαίρειν. κομισάμενος τὴν παρὰ σοῦ ἐπιστολὴν μετεπεμψάμην Νέωνα τὸν ἐπιστάτην τῶν ἐν Βακχιάδι ἱππέων καί τινας τῶν ἱππέων καὶ Ἀρίστωνα περὶ οὗ ἔγραψάς μοι ἐπισκέψασθαι περὶ τοῦ ἱερείου ,καὶ ἐπερωτηθεὶς παρόντων τῶν προγεγραμμένων ἔφατο μὴ ὑφῃρῆσθαι τὸ ἱερεῖον, τεθυκέναι δὲ ἴδιον σιτευτόν, καὶ τὰ κρέα ἐνεδείκνυεν· τὸν δὲ ὑοφορβὸν ἔφατο παραγενέσθαι τῆι νηστείαι τῆς Δήμητρος καὶ αἰτεῖν αὐτὸν ἔρευναν τῆς οἰκίας, τὸν δὲ εἰπεῖν ἐπισχεῖν ἕως τοῦ τὰ γύναια μεταστῆσαι, ἀκούσαντα δὲ παρὰ τοῦ Ἀρίστωνος τὸν ὑοφορβὸν ἀπελθεῖν καταλιπόντα. γέγραφα οὖν σοι ἵνα εἰδῆις. ἔρρωσο. ἔτους γ, Φαῶφι ε.