Ancient Greek
P.Cair. Zen. 3 59351
Documentary Papyri, P.Cair. Zen. 3 59351
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ζήνων. ἀδικοῦμαι ὑπὸ Ἡρακλείδου· δόντος γάρ μου αὐτῶι ἐν τῶι γ ἔτει διὰ Δημέου χρυσίου δραχμὰς υ, ὅπως διαγράψῃ ὑπέρ μου εἰς τὸ βασιλικὸν χαλκοῦ δραχμὰς υ, ἐφʼ ὧι κομισάμενος παρά μου ἀποδώσει μοι, καὶ ἐμοῦ ἀποδιδόντος αὐτῶι καὶ ἀπαιτοῦντος αὐτὸν οὐκ ἀποδέδωκεν, ἀλλὰ παρείλκυκέν με ἕως τοῦ νῦν. δέομαι οὖν σου, εἴ σοι δοκεῖ, προστάξαι Ἀγήνορι τῶι στρατηγῶι ἀνακαλέσαι αὐτὸν καὶ, ἐὰν ἦι ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν κομισάμενον τὰς υ δραχμὰς τοῦ χαλκοῦ ἀποδοῦναί μοι τὰς υ δραχμὰς τοῦ χρυσίου, καὶ ὦ διὰ σὲ τοῦ δικαίου τετευχώς. εὐτύχει.