Ancient Greek
P.Cair. Zen. 3 59357
Documentary Papyri, P.Cair. Zen. 3 59357
Not analysed yet
Δημήτριος Ζήνωνι χαίρειν. ἀπέσταλκά σοι Γλαυκίαν κομίζοντα τοὺς λόγους τῶν γενημάτων τῆς Θεμίστου μερίδος καὶ τῆς Πολέμωνος ὡσαύτως· τῶν δὲ λοιπῶν τόπων οὔπω ἐπειλήφαμεν παρὰ τῶν ὑπηρετῶν. καλῶς οὖν ποιήσεις, ἐπαναγνοὺς καὶ ἀντιγραψάμενος, ἀποστείλας μοι τοὺς τόμους, ἵνα εἰρομένως γράφωμεν τὰ λοιπά. εἰ γὰρ ὑπάρχει μοι ἀντίγραφα αὐτῶν εἰς ἀνήλωμα ὅπως ἂν ἐξ ἀρχῆς εἰς ταῦτα ἀνηλίσκωμεν. πεπράκαμεν δὲ καὶ τὸν ἐν Κερκεσούχοις οἶνον Λύσωνι τινὶ καὶ Σώσωι, τὸν μὲν οἶνον ἀνὰ χαλκοῦ δραχμὰς ϛ …τ… μὴ ἔχειν τὰ μέτρα, τὸ δὲ ὄξος ἀνὰ β τριώβολον. συμπαρῆν δὲ τούτοις καὶ Γλαυκίας. ἔρρωσο. ἔτους δ, Θῶυθ ιγ. Ζήνωνι.