Ancient Greek
P.Cair. Zen. 3 59359
Documentary Papyri, P.Cair. Zen. 3 59359
Not analysed yet
Ἀντίπατρος Ζήνωνι χαίρειν. τὸ ἐπιστόλιον περὶ τοῦ κηπίου καλῶς ποιήσεις λαβὼν παρὰ Σωστράτου, ὅπως δυνώμεθα συναλλάξαντες χαλκοῖς ἀποχρήσασθαι εἰς τὴν συναγωγὴν τῆς μήκωνος. τότε γὰρ τοῖς περὶ τὸν Μενέλαον οὐκέτι συνηλλάξαμεν διὰ τὸ ἐξαπίνης ἐγδημῆσαι. ἐπίστω δὲ καὶ ὧν ἕνεκεν κατεπλεύσαμεν κατὰ λόγον ὄντα· οὐ μέντοι γε ἐξεποίησεν ἐπὶ τέλος ἀγαγεῖν διὰ τὰς ἐνεστηκυίας ἀσχολίας Ζηνοδώρωι· ἀλλὰ πεπείσμεθα ἐν Μέμφει ἔσεσθαι. ἔρρωσο. ἔτους ε, Φαρμοῦθι κε.