Ancient Greek
P.Cair. Zen. 3 59362
Documentary Papyri, P.Cair. Zen. 3 59362r
Not analysed yet
…Ζήνωνι χαίρειν. ἔγραψας …Δημήτριον …αὐτοῖς ἐδεδώκειν …λλα ποίμνια …ιν μηθὲν ἀληθές …οὐθέν ἐστιν θαυμαστὸν ἀλλʼ εἴ σε παρέπεισαν γράψαι μοι παρακελευόμενον εὐσυνθετεῖν ὡς Δημητρίου ποιοῦντος αὐτοῖς τὰ δίκαια. ἐγὼ δὲ οὐχ ὅτι ὃν ἐώνηντο τόπον, ἀλλὰ καὶ ἄλλον Ἀμμωνίου με ἀξιώσαντος ἐδεδώκειν αὐτοῖς, παρʼ ἄλλων οὐχ ὑπομείνας τιμὴν λαβεῖν. ἀλλʼ οὕτως ἀγνώμονές εἰσιν οὗτοι ὥστε καὶ τὴν γῆν ἣν μεμίσθωκα ἄλλοις κατὰ συγγραφὴν παραδεικνύειν αὐτοῖς κελεύουσιν. ἡ δὲ τοιαύτη ἐστὶν διὰ πάντων τῶν πεδίων· ἐν ἑκάστωι γὰρ εἰσὶ περιχώματι ἄρουραι ἓξ ἑπτά ,ἐνιότε δὲ δέκα · …τὴν τοιαύτην οὐθενὶ ἐπικεχώρηκα. σοῦ δὲ γράψαντος ἔδωκα τὴν χέρσον ἣ ἐστὶν ἐν ἑνὶ πεδίωι ἀρουρῶν σ. διδάξω δέ σε μᾶλλον καὶ κατʼ αὐτὸ γινόμενος. ἔρρωσο. ἔτους ε, Θῶυθι ιδ. ἐὰν ὑπάρχωσιν κοντοὶ ἢ συβίναι εὐτελεῖς, …ως ἀγόρασον ἡμῖν δύο πρὸς τὴν τῶν ἀγρίων βοῶν φυλακήν, δὸς δὲ αὐτοὺς Στράτωνι …περω…ιν.