Ancient Greek
P.Cair. Zen. 3 59363
Documentary Papyri, P.Cair. Zen. 3 59363
Not analysed yet
Φιλῖνος Ζήνωνι χαίρειν. καλῶς ποιεῖς εἰ ἔρρωσαι· ὑγίαινον δὲ καὶ ἐγώ. καλῶς ἂν ποιήσαις ἀποστείλας ἐν τάχει τὸν πυρὸν καὶ τὴν κριθὴν μετὰ Μόσχου καὶ Σωσιθέου· ὡσαύτως δὲ καὶ σιτομέτρην συναπόστειλον, ὃς ἀποκαταστήσει πρὸς ἡμᾶς. γίνωσκε δὲ τὰς τιμὰς ἐπευωνιζούσας ἑκάστης ἡμέρας, ὅτε μὲν ἡμιωβέλιον ,ὅτε δὲ ὀβολοῦ τέταρτον . καὶ τοῦτο ποιήσας ἐν τάχει χαριεῖ μοι. ἔρρωσο. ἔτους ε, Φαῶφι ε. Ζήνωνι.