Ancient Greek
P.Cair. Zen. 3 59365
Documentary Papyri, P.Cair. Zen. 3 59365
Not analysed yet
Νίκαιος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ οὓς σὺ βούλει, ἔχοι ἂν εὖ· ὑγιαίνομεν δὲ καὶ αὐτοί. εἰ εὐκαιρεῖς καὶ παρακεῖταί σοι τὸ κερμάτιον τῆς ὀλύρας, καλῶς ποιήσεις, ἄν τις παρὰ σοῦ παραγίνηται, ἀποστείλας μοι ἢ Φιλίνωι γράψας δοῦναι μοι. ἔρρωσο. ἔτους ϛ, Ἐπεὶφ ε. Ζήνωνι.