Ancient Greek
P.Cair. Zen. 3 59369
Documentary Papyri, P.Cair. Zen. 3 59369
Not analysed yet
Φιλήμων Ζήνωνι χαίρειν. καταστάντος μου πρὸς Ἡρακλείδην τὸν πενθερόν μου περὶ μετοχῆς τοῦ παραδείσου, παρεὶς περὶ τούτων λέγειν κατηγόρησέν μου ὅτι εἰμὶ οἰκέτης καὶ ἐπὶ σὲ βεβλημένος …ἐπὶ τοῦ στρατηγοῦ ὅτι ἐπίστῃ με ε οικοτημον. καλῶς οὖν ποιήσεις γράψας Ἀγήνορι ὅπως ἀφεθεὶς πρὸς τοῖς ἔργοις γένωμαι καὶ μὴ ἐν τῆι φυλακῆι καταφθαρῶ. ἔρρωσο. ἔτους ζ, Ἐπεὶφ …Ζήνωνι.