Ancient Greek
P.Cair. Zen. 3 59373
Documentary Papyri, P.Cair. Zen. 3 59373
Not analysed yet
Πετεσοῦχος Ἀλεξάνδρωι χαίρειν. ἀπέσταλται παρʼ ἡμῶν ……μενος πρὸς τῆι εἰσαγωγῆι τοῦ οἴνου καὶ τῆι ἑκατοστῆι τῶν κατὰ Φιλαδέλφειαν τόπων. εἰ οὖν τινα οἰνάρια ἢ ἄλλο τι ἐνέχυρον συνέχεται διὰ σοῦ πρὸς τὸ τέλος τοῦ εἰσηγμένου οἴνου, διὰ τούτου συνεχέσθω ἕως τοῦ πεσεῖν ἐπὶ τὴν τράπεζαν. τὸν δὲ λόγον τοῦ Παῦνι ἐπίδος αὐτῶι ὅπως ἐπακολουθῆι. ἔρρωσο. ἔτους η, Παῦνι ζ. Ἀλεξάνδρωι.