Ancient Greek
P.Cair. Zen. 3 59384
Documentary Papyri, P.Cair. Zen. 3 59384
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Ἀντιπάτρου. γράφομέν σοι ἐν τῆι ἐπιστολῆι περὶ τοῦ ἀργυρίου φάμενοι ἀπολωλέναι δραχμὰς ξ, ἐπὶ δὲ τῆς ἀληθείας ἐστὶν τὸ ἀπολωλὸς ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ γ τὰ δὲ λοιπά, καθὰ ἐν τῆι ἐπιστολῆι σοι γέγραπται, ἀπόλωλεν πάντα. Τιμοθέωι μέντοι δεδώκαμεν ἐν τῶι προσανγέλματι ὅσον καὶ σοὶ ἐν τῆι ἐπιστολῆι γεγράφαμεν. Ζήνωνι.