Ancient Greek
P.Cair. Zen. 3 59393
Documentary Papyri, P.Cair. Zen. 3 59393
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. προσῆλθέν μοι ὠνητὴς περὶ τοῦ ἵππου τοῦ μεγάλου τοῦ παρὰ σοῦ, ἐγὼ δὲ οὐ δύναμαι περιεργάσασθαι περὶ τῆς τιμῆς, ἐὰν μὴ παρὰ σοῦ ἀκούσω. σὺ οὖν γράψον μοι πόσου σοι πρατέος ἐστί. σὺ οὖν γράψον μοι, εἰμὶ γὰρ ἐν Κερκῆι, ὅπως ἂν εἰδῶ. ἔρρωσο. Ζήνωνι.