Ancient Greek
P.Cair. Zen. 3 59408
Documentary Papyri, P.Cair. Zen. 3 59408
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Ἀσκληπιάδος. καλῶς ποιήσεις, περὶ ὧν σοι Εἰρηναῖος ἐνετείλατο, δούς μοι τὸ ἐφόδιον, ὅπως ἂν ἀνακομισθῶ πρὸς αὐτὸν καὶ μὴ δοκῆι με αὐτοῦ καταρρᾳθυμεῖν. καὶ ἄγγελόν μοι ἀπέστειλε καλῶν με. σὺ οὖν μοι τί συντάσσεις; εὐτύχει.