Ancient Greek
P.Cair. Zen. 3 59412
Documentary Papyri, P.Cair. Zen. 3 59412
Not analysed yet
Γλαυκίας Ζήνωνι χαίρειν. γράφεις μοι περὶ τοῦ σησάμου καὶ τοῦ κρότωνος. παρὰ τὸ δὲ ἐγδημῆσαι Ἀπολλώνιον τὸν πρὸς τῶι ἐλαιουργίωι οὐδεμίαν οἰκονομίαν ἠδυνάσθην ποιήσασθαι. νυνὶ δὲ παραγέγονεν τῆι κϛ· πειράσομαι οὖν συντόμως διοικῆσαι. περὶ δὲ τῆς λείας κεκόμισμαι παρὰ Φανίου ἐπιστολὴν ὅπως κομισώμεθα τὴν λείαν. ἀνεβάλλετο δὲ Χαίρων, ἕως ἂν Ἀμμώνιος παραγένηται, καὶ ἀποδώσειν ἡμῖν· οὗ ἕνεκεν τὴν ἐπιστολὴν τὴν Φανίου οὔπω ἀποδέδωκα. παραγέγονε δὲ καὶ Ἀμμώνιος τῆι κϛ. ἔχομαι οὖν αὐτοῦ ὅπως ἂν κομισώμεθα. ὡσαύτως δὲ καὶ περὶ τοῦ Χίου ἔφατο ἀποδώσειν. περὶ δὲ τῶν μόσχων οὐδὲ σὲ λανθάνει τὰ γεγενημένα, οὗ ἕνεκεν ὑπεσταλμένοι εἰσίν· διὸ οὐ συναντῶσιν. ἔρρωσο. Ζήνωνι.