Ancient Greek
P.Cair. Zen. 3 59422
Documentary Papyri, P.Cair. Zen. 3 59422
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Διονυσίου. περὶ τῶν ἐρίφων τῶν παρὰ Δημητρίωι, οὓς καὶ ἐθεάσω παρὰ τὸ τοῦ Διὸς ἱερόν, εἴ σοι δοκεῖ, ἐγδοῦναι αὐτοὺς φόρου, ὡσαύτως δὲ καὶ τοὺς πλεονάζοντας τῶν ρ κε παρὰ Μηνοδώρωι, τοὺς μὲν κε ἐρίφου ἑνὸς ἕως ἂν καταστῶσιν, τοὺς δὲ Δημητρίου παρέξομαί σοι ἀθανάτους. εἰσὶν δὲ καὶ ἐν Φιλαδελφείαι ἐν τοῖς ἀρσενικοῖς ἑτέραι ι. γίνονται αἱ πᾶσαι ξ. δώσομεν δέ σοι τούτων τὴν ἀσφάλειαν.