Ancient Greek
P.Cair. Zen. 3 59443
Documentary Papyri, P.Cair. Zen. 3 59443
Not analysed yet
Ζήνωνι χαίρειν Θαμῶυς ὑοφορβὸς ἐ…την. ἀδικοῦμαι ὑπὸ Ψοσναυ …ντος ἐπὶ τοῦ ποταμοῦ …ἵνα μὴ διασπάσηται κροκοδίλος …α, παραλαβών με Ψοσναῦς τὰς χεῖρας με προσήνεκεν καὶ τὴν γυναῖκά μου ἐπαροίνησεν ἐναντίον μαρτύρων Πετεμοῦνις καὶ Θοτεὺς τῶν παρὰ σοῦ γεωργῶν. ἔτι καὶ νῦν κακῶς διάκειμαι ἐνταῦθα. μισθωτὸν ἀπέστειλα ἐπὶ τὴν ἅλων ἀλοᾶν, ἵνα μὴ ἀργῶσιν τὰ ἱερεῖα. ἀπέσταλκά σοι τὴν γυναῖκα φέρουσαν σοι τὴν ἐπιστολήν. καλῶς οὖν ποιήσεις μεταπεμψάμενος τὸν ἄνθρωπον καὶ τοὺς μάρτυρας καὶ ἐπισκέψασθαι εἰ ἔστιν ταῦτα ἀληθῆ, ἵνα διὰ σοῦ τοῦ δικαίου τύχω. εὐτύχει.