Ancient Greek
P.Cair. Zen. 3 59451
Documentary Papyri, P.Cair. Zen. 3 59451
Not analysed yet
Ζήνωνι χαίρειν οἱ ἱερόδουλοι τῆς Βουβάστιος ὄντες αἰλουροβοσκοί. καλῶς ποιῶν ὁ βασιλεὺς ἀφεῖκεν τὸ γένος τοῦτο κατὰ τὴν χώραν ἀλειτούργητον, ὡσαύτως δὲ καὶ Ἀπολλώνιος. ἐσμὲν δὲ ἡμεῖς ἐξ Σώφθεως. Λεοντίσκος οὖν ἡμᾶς βιασάμενος ἀπέστειλεν ἐπὶ τὸν θερισμόν, καὶ ἵνα μή σε ἐνοχλήσωμεν, ἀπελειτουργήσαμεν τὸ γινόμενον ἡμῖν. νυνὶ δὲ ἐκ δευτέρας πάλιν ἡμᾶς Λεοντίσκος ἀπέσταλκεν ἵναπλινθουλκῶμεν· ἐσμὲν δὲ δύο · τοὺς δὲ πλινθουλκοὺς σκεπάζει τοὺς ἐν Σώφθει Ἀμερῶιν καὶ Βησᾶν, οὓς ἔδει νῦν λειτουργεῖν, πρὸς τὸ συμφέρον αὑτῶι. καλῶς ἂν οὖν ποιήσαις, καθὰ καὶ ὁ βασιλεὺς καὶ Ἀπολλώνιος ὁ διοικητὴς συντέταχεν, καὶ σὺ ἐπακολουθήσας ὡσαύτως· πρὸς ὃν γὰρ καταβοήσωμεν οὐκ ἔχομεν σοῦ παρόντος. εὐτύχει.