Ancient Greek
P.Cair. Zen. 3 59455
Documentary Papyri, P.Cair. Zen. 3 59455
Not analysed yet
Ζήνωνι χαίρειν Καλῆς …γεωργός. ἀπὸ …μηνὸς οὐκ ἔχομεν ὀψώνιον οὐδὲ διαλελογισμένοι εἰσὶν ἡμῖν, καὶ σιτομετρίαν διμήνου οὐκ ἔχομεν. συνεπισκέψει οὖν πῶς ζῶμεν. ἔδωκαν δὲ ἡμῖν ἑκάστωι κεράμιον οἴνου καὶ σίτου ἑκάστωι ἔδωκαν εἰς τὸ …ν πυρῶν ἀρτάβην α 𐅵. ἐὰν δέ σοι δόξῃ, διαλογισάσθων ἡμῖν καὶ εἴ τι προσγίνεται ἡμῖν ἀποδότωσαν. εὐτύχει.