Ancient Greek
P.Cair. Zen. 3 59460
Documentary Papyri, P.Cair. Zen. 3 59460
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Κόρραγος. ἐν τῶι Ἀρσινοείτηι νομῶι ἐν Θεαδελφείαι καὶ Φαρβαίθωι τὰ Τελέστου καταλύματα καὶ τὰ συγκύροντα …α πάντα πωλούμενα ὑπὸ τοῦ πράκτορος ἠγόρασα τοῖς ἐμοῖς υἱοῖς Ἀνδρομένει καὶ Ἀττάλωι …Τελέστης ἐκέκτητο. δόντος δέ μου τὴν τιμὴν καὶ ἔχοντος …καθὰ γέγραφά σοι, μετὰ δεκάπεντε μῆνας οἱ ὑπηρέται τοῦ πράκτορος μέρη τινὰ τῶν …φα …μεν καὶ ἐγχειροῦσιν πωλῆσαι. ἐὰν οὖν σοι δόξηι, καλῶς ἂν ποιήσαις συντάξας τῶι διοικητῆι ἢ τῶι στρατηγῶι ἵνα, ἐὰν ἐπιδείξω ἀδικοῦντάς με τὸν πράκτορα καὶ τὸν ἀντιγράφοντα τὰς ὠνὰς …λε…τα τὰ …ματα ὅπως ἂν τὸ δίκαιον ἀποδῶσί μοι, εἰ δὲ μή, ἵνα τύχωσιν τοῦ δικαίου, ἐὰν ἐπιδεικνύωσιν καὶ ἀδικοῦντας αὐτοὺς ἡμᾶς. εὐτύχει.