Ancient Greek
P.Cair. Zen. 3 59475
Documentary Papyri, P.Cair. Zen. 3 59475
Not analysed yet
ὑπόμνημα παρὰ Νικίου Ζήνωνι. ἀπεστείλαμεν εἰς Βοῦτον τοῦ Μεμφίτου πῶλον θηλυκὸν ἐπὶ χόρτον ἑβδόμηι. ἀποπηδᾶι τῆι ὀγδόηι ἐπιζητῶν τὴν μητέρα. ἀπῆλθε δὲ τὴν ὁδὸν ἧι εἰώθει πορεύεσθαι. λαβόντες οἱ φυλακῖται οἱ ἀπὸ Σιμυρὰ ἀπέκλεισαν αὐτόν. ἐδίωξεν φυλακίτης ἐκ Βούτου καὶ σύγγαμβρός τίς μου κατὰ τὸ ἴχνος. ἐλθόντες οὖν ἐπελάβοντο τοῦ ὑποζυγίου. παραγενομένου Νουμηνίου τοῦ φυλακίτου, προσαπήγαγεν αὐτούς. δέομαι οὖν σου, εἴ σοι δοκεῖ, γράψαι αὐτῶι περὶ τούτων. εὐτύχει.