Ancient Greek
P.Cair. Zen. 3 59500
Documentary Papyri, P.Cair. Zen. 3 59500
Not analysed yet
Ζήνωνι χαίρειν Πεττυκᾶμις ὁ κεραμεὺς ἀφʼ Ἱερᾶς Νήσου. πεῖραν μέν μου εἴληφας εἴτε εἰμὶ τεχνίτης εἴτε καὶ οὔ. ἵνα οὖν, εἰ μέλλω ἐργάζεσθαι, ἀναγκαῖόν με τοὺς τεχνίτας τοὺς μέλλοντάς μοι εἶναι χρησίμους κατίσχειν μετʼ ἐμαυτοῦ. προσπαραλήψομαι δὲ καὶ Παῆσιν καὶ τοὺς υἱοὺς αὐτοῦ· δοκιμάζω γὰρ αὐτούς, ἅμα δὲ καὶ τῆς γῆς τῆς ἐνταῦθα οὐκ ἄπειροί εἰσιν. ὥρα δέ ἐστιν ἐργάζεσθαι ἀπὸ τοῦ Θῶυθ, ἵνα τὰ ἔργα χωρίς τε συντελεσθῇ ἐν ὥραι καὶ ἅμα χρήσιμα. εὐτύχει. καὶ τὸν τόπον κέλευσόν μοι παραδεῖξαι ἐν ὧι ἐργῶμαι.