Ancient Greek
P.Cair. Zen. 3 59502
Documentary Papyri, P.Cair. Zen. 3 59502
Not analysed yet
Πτολεμαῖος Ζήνωνι χαίρειν. γέγραφά σοι ἵνα εἰδῆις τὴν γενομένην ἐπὶ Φανίου οἰκονομίαν τοῖς ἱππεῦσι. ἀφεῖκεν γὰρ αὐτοῖς πᾶσι τοῦτο τὸ ἔτος τὰ γενήματα, εἰς δὲ τὰ ἔπειτα ἐπὶ τοῦ ἀριθμοῦ τοὺς ἵππους ἀναστῆσαι. σὺ οὖν ἀπόστειλον ὃς παραλήψεται τό τε σήσαμον καὶ τὸ λοιπὸν τῆς κριθῆς τὸ ἐν τοῖς ἱππεῦσι. γράψον δὲ ἡμῖν καὶ ὃν ἂν ἀποστέλληις, ἵνα εἰδῶμεν. καλῶς δὲ ποιήσεις ἀποστείλας καὶ α…α παρα …αδιο… Ζήνωνι.