Ancient Greek
P.Cair. Zen. 3 59516
Documentary Papyri, P.Cair. Zen. 3 59516
Not analysed yet
Τεῶς Ζήνωνι χαίρειν. παρεγένετο Θεόπομπος πρός με βουλόμενος ὡς παρὰ σοῦ διαλογίσασθαι. τότε μὲν οὖν ἠνωχλούμην, νυνὶ δὲ ἀπόστειλον ὃν βούλῃ, ὃς περὶ τούτων σοι ἀπαγγελεῖ. ἔχω δὲ παρὰ σοῦ τὸ πᾶν δραχμὰς σ. εἰς τοῦτο μεμέτρηκα μέλιτος χόας ρν. τοὺς μὲν οὖν ν σοι ἰδίαι εἰς χρείαν δίδωμι, τῶν δὲ ρ χοῶν γίνονται δραχμαὶ ρξ ἐξ ἐννέα ὀβολῶν τὸν χόα. λοιπὸν προσοφείλω δραχμὰς μ. τοῦτο εἴτε βούλῃ μέλι λαβέ, εἴτε βούλῃ ἀργύριον, καὶ οὕτω κόμισαι. καὶ εἴ σοι δοκεῖ, ἀνακαλεσάμενός με περὶ τούτων ἐπερώτησον. εὑρήσεις γάρ με εὐγνώμονα ὄντα. ἔρρωσο. κϛ. Ζήνωνι.