Ancient Greek
P.Cair. Zen. 3 59522
Documentary Papyri, P.Cair. Zen. 3 59522
Not analysed yet
Φιλῖνος Ζήνωνι χαίρειν. παραμέτρησαι παρὰ Ἡρακλείδου πυροῦ ἀρτάβας σν καὶ κριθῆς ἀρτάβας τ καὶ ἃς σὺν ἡμῖν ἠγόρασας τῶν ρ δραχμῶν, ὅσας ποτὲ ἐπρίω, καὶ ταύτας ἐν τῶι αὐτῶι διατήρησον, ὅπως ἀποδῶμεν Ἀρτεμιδώρωι τὴν κριθήν, τὸν δὲ πυρὸν ἡμεῖς ἔχωμεν. λαβὲ δὲ ὡς βέλτιστον καὶ δείγματα ἡμῖν ἀπόστειλον. ἔρρωσο. δίδου δὲ καὶ Διονυσίωι ἃς ἂν ἐνδημῆι ἡμέρας ἄρτων α 𐅵,οἴνου κοτύλας β, καὶ τὰ λοιπὰ ἐπιμέλου αὐτοῦ. Ζήνωνι.