Ancient Greek
P.Cair. Zen. 3 59531
Documentary Papyri, P.Cair. Zen. 3 59531
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Ὥρου. ἀπείρηκέ με Ἡδύλος, μὴ προσπορεύου πρὸς τὰ ἔργα …ωμεν σου πρὸς τῆι οἰκοδομῆι. νυνὶ δὲ γίνωσκε ὅτι ἐπακολουθῶ τῆι εἱλκυσμένηι πλίνθωι ἐπὶ τοῦ ψυγμοῦ καὶ τῆι προσηγμένηι ὑπὸ τῶν πλινθοφόρων. ἐὰν οὖν μὴ ἐπακολουθῶ τῆι ἑλκομένηι καὶ τῆι προσαγομένηι καὶ ἑκάστης ἡμέρας τὸ παρὰ Πετῶτος τοῦ ἐγλαβόντος τὰ ἔργα σύμβολον λαμβάνω, οὐ δύναμαι ἐπιστῆναι τοῖς ἔργοις. ταῦτα δὲ γέγραφά σοι ἵνα εἰδῆις ὅτι προσπορεύομαι πρὸς τὰ ἔργα καὶ περὶ τούτων οἰκονομήσηι. εὐτύχει. ἔτους λ….