Ancient Greek
P.Cair. Zen. 4 59553
Documentary Papyri, P.Cair. Zen. 4 59553
Not analysed yet
Θεόδωρος Ζήνωνι χαίρειν. τὸ μολύβδου …Σώπατρος. καλῶς ἂν οὖν ποιήσαις δοὺς αὐτῶι ὅπως ἂν ἀποστείληι καὶ μὴ α… χρεία γὰρ αὐτοῦ ἐστιν. τὰς δὲ δ δραχμάς, ἅς φησι Σωσίστρατος εἶναι ἐν Δάμι τὸ τέλος τοῦ οἴνου, συνεπιλαβοῦ ἵνα κομίσηται παρὰ Δάμιδος. δὸς δὲ καὶ τὴν γραφὴν τῶν στρωμάτων τῶν παραληφθέντων. ἔρρωσο. ἔτους λ, Παχὼνς κγ. Θεόδωρος στρωμάτων.