Ancient Greek
P.Cair. Zen. 4 59571
Documentary Papyri, P.Cair. Zen. 4 59571
Not analysed yet
ὁ δεῖνα Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγίαινον δὲ καὶ ἐγώ. περὶ μὲν τῶν ἄλλων οὐκ ἐδοκίμαζον ἐπιτήδειον εἶναι γράφειν σοι· οὐ γὰρ εἶχον σαφὲς οὐθέν· τὰ δὲ στρωμάτια καὶ τὰς ψιλὰς καλῶς ποιήσεις ἀγοράσας Νέωνι τῶι ἰατρῶι, ὅπως παραγενόμενος κομίσηται. καὶ γὰρ νῦν ἐνεκάλει περὶ τούτων. γίνωσκε δὲ καὶ Νέωνα εὐημεροῦντα παρὰ τῶι βασιλεῖ. ἔρρωσο. ἔτους δ, Ὑπερβερεταίου ἐμβολίμου …γ. …σι…γ. Ζήνωνι.