Ancient Greek
P.Cair. Zen. 4 59588
Documentary Papyri, P.Cair. Zen. 4 59588
Not analysed yet
Δημέας Ζήνωνι χαίρειν. γίνωσκε Χάρμον τὴν οἰκίαν καὶ πωλοῦντα καὶ ὑποτιθεντα· φησὶν γάρ σε ἐπικεχωρηκέναι· καὶ τὸν Νόθιππον ἐκβάλλει ἐκ τῆς οἰκίας. καλῶς οὖν ποιήσεις γράψας ἡμῖν περὶ τούτων πῶς ἔχει. καὶ τὰ βυβλία, εἰ ἤδη μεταγέγραψαι, ἀπόστειλον, ὅπως ἂν ἔχωμεν διατριβήν· οὐδὲ γὰρ ὧι λαλήσωμεν ἔχομεν. εὐτύχει. ……Χάρμος …ὑποτίθεται τὴν οἰκίαν καὶ πωλεῖ. Ζήνωνι.