Ancient Greek
P.Cair. Zen. 4 59600
Documentary Papyri, P.Cair. Zen. 4 59600
Not analysed yet
…καὶ πέρυσι χρήσας ἡμῖν Δοξαῖος δικέλλας β ἀνήνεγκέν σοι τρεῖς ,καὶ νυνὶ δὲ γράφεις περὶ γ. ἔδωκεν δʼ ἡμῖν δύο ,ὧν μίαν μὲν συντετριμμένην, ἣν ἐπεσκευάσαμεν ἀχρεῖον οὖσαν. δεδώκαμεν οὖν αὐτὰς Διοσκουρίδηι ἀποκομίσαι σοι καθότι γράφεις. ἐὰν δὲ Δοξαῖος φῆι δεδωκέναι τρεῖς ,πυνθάνου Εὐτύχου τοῦ θυρουροῦ· τούτωι γὰρ συνεστήσαμεν Αἴθωνα τὸν Μ… ρίμου παῖδα, ὃς ἀπήνεγκεν ἡμῖν τὰς β δικέλλας. ἔρρωσο. Ζήνωνι.