Ancient Greek
P.Cair. Zen. 4 59607
Documentary Papyri, P.Cair. Zen. 4 59607
Not analysed yet
…Ζήνωνι χαίρειν. …συνῆκται ἡμῖν …ν κτημάτιον …,καλῶς ποιήσεις, ἕως Ἀρίστανδρος ἐπιδημεῖ, γράψας ἐπιστόλιον ἐπὶ τὴν τράπεζαν ἵνα διαγραφῆι· τοῦτο γὰρ λοιπὸν ἦν. ἐγράφη μὲν γὰρ παρὰ τοῦ βασιλικοῦ γραμματέως πρὸς Λέοντα καὶ παρὰ Λέοντος πρὸς Νικόβιον καὶ παρὰ Νικοβίου πρὸς Ἀρίστανδρον καὶ πεπορίκαμεν τὰ γράμματα αὐτῶν· ὥστε πειράθητι διαγράψαι, ἵνα μὴ ἡ παρʼ Ἀριστάνδρου ἐπιστολὴ κωλύηι ἡμᾶς, …ται ἤδη. καὶ εἰ διδῶις …σίωι τοὺς χαλκοῦς, πρόσταξον Πτολεμαίωι δοῦναι· οὗτος γάρ μοι ἔγραψεν φροντίσαι ὅπως ἂν ἐνέγκηι αὐτῶι παρὰ σοῦ λαβών. ἔρρωσο. Ζήνωνι