Ancient Greek
P.Cair. Zen. 4 59611
Documentary Papyri, P.Cair. Zen. 4 59611
Not analysed yet
…Ζήνωνι χαίρειν. ἐκομισάμην παρὰ Χεσερταίου …ίτου ἀργυρίου δραχμὰς …καὶ χαλκοῦ δραχμὰς ιε. γράφεις δέ μοι περὶ τοῦ κεράμου …σας οὕτω χωνευ…ν οὖν οὕτως, παραγέγονεν δέ μοι τὰ γράμματα ὥρας ἑνδεκάτης καὶ τὸ πλοῖον οὔπω παρεγεγόνει, ὥστε κατʼ ἐμὲ οὐθὲν τὸ κώλυμά ἐστιν, ἀλλʼ ἢ ἐν τοῖς κατάγουσιν. τὰ μὲν οὖν σ εὐθὺ παραγενόμενος τῆι κα ἐχώνευσα προσδεχόμενος τὸ πλοῖον, καὶ τὰ λοιπὰ δὲ ἕτοιμά ἐστιν. γράψον δέ μοι εἰ πλεόνων χρείαν ἔχεις· προσαποβιῶμαι πρὸ τοῦ ἄλλους λαβεῖν. ἔρρωσο. Παῦνι β. …Παῦνι γ. Ζήνωνι …αι