Ancient Greek
P.Cair. Zen. 4 59626
Documentary Papyri, P.Cair. Zen. 4 59626
Not analysed yet
…τος ἀπαγήγοχέν με πρὸς τὸ λοιπὸν ὃ προσοφείλω δραχμὰς ξ. ἡμῖν δὲ συμβαίνει τινὰ μὲν τῶν σκευῶν διαπεπιστευκέναι, ὑπάρχει δὲ καὶ οἶνος ἔτι ἄπρατος. εἰ οὖν σοι δοκεῖ, καθάπερ καὶ ἔμπροσθεν παρὰ σοῦ ἐπιεικείας τετεύχαμεν, καὶ νῦν ἀνακαλεσάμενός μου διάκουσον, ἵνα μὴ συμβῆι ἐμὲ μὲν ἐν τῶι δεσμωτηρίωι εἶναι, τὰ δὲ πεπιστευμένα παραπολέσθαι καὶ τὸν λοιπὸν οἶνον τὸν ὑπάρχοντα διαπεσεῖν, ἀλλʼ, ὥσπερ καὶ τὰ λοιπά, καὶ ταῦτα συναγαγόντες τὰ δίκαιά σοι ποιήσωμεν. εὐτύχει. Καλλισθένους.