Ancient Greek
P.Cair. Zen. 4 59633
Documentary Papyri, P.Cair. Zen. 4 59633
Not analysed yet
……Θεοφίλου. σὺ οὖν ἀπόστειλον ὅ τι τάχος τὸν μολυβδόν, εἰ δὲ μή, γράψον ἡμῖν, ὅπως ὑπόμνημα δόντες λάβωμεν ἐκ βασιλικοῦ ἀργύριον καὶ ἀγοράσωμεν. ἔγραψας ἡμῖν ἀποστεῖλαι εἰς Μέμφιν εἰς καυσίας ἀρνακίδας. ἡμεῖς οὖν τῶν οὐσῶν τὰς βελτίστας ἀπεστείλαμεν κομίζοντα Χείλωνα ε. τὸν μετρητὴν τοῦ μέλιτος, ὃν γράφεις ἀλλάξαντα ἀποστεῖλαί σοι, συνεθήκαμεν Κρίτωνι ὅτε κατέπλευσεν. συναπεστείλαμεν …ον…ν… Εὔτυχος ……ἀπὸ α τ… καὶ Ἄλκιμος δὲ ἐργάζεται ἱκανῶς. τὸν λ…τον σίδηρον ὃν ἔχει οὐ δυνάμεθα αὐτῶι παραστῆσαι διὰ τὸ κεῖσθαι ἐνέχυρον ὑπʼ αὐτοῦ. ἔγραψας ἡμῖν πλινθεύειν τοὺς παῖδας· διὰ τὸ δὲ ποτισμὸν εἶναι ἐν ἐκείνωι τῶι καιρῶι οὐκ ἐδύναντο ἐργάζεσθαι. νυνὶ δέ, ἐπεὶ ὁ καιρὸς ἦν, ἐπλίνθευσαν ἀπὸ κγ ἕως κθ εἰς ε. ἀπὸ δὲ λ ἀπεστάλκαμεν μετ… Ζήνωνι