Ancient Greek
P.Cair. Zen. 4 59635
Documentary Papyri, P.Cair. Zen. 4 59635
Not analysed yet
…λ… μὴ ἔχειν τόπον ἐὰν τέκηι ἵππος. συντεθείκαμεν οὖν Ἰάσονι ὥστε προσοικοδομῆσαι, εἶτεν οὕτως μετάξομεν τοὺς πώλους …τελέσει τῆι ιζ, εἶτεν μετάξομεν. τὴν μήκωνα καὶ τὸν πυρὸν βοτανιοῦμεν. συλλογιζόμενοι δὲ εὑρίσκομεν εἰς τρεῖς καὶ δέκα ἀρούρας μήκωνος μόνον, τὸ δὲ λοιπὸν ἁλμυρίδα, φασὶν δὲ ἀναβήσεσθαι κρότωνα. γεγράφαμεν οὖν Ἀσκληπιάδει τῶι ἐν Τάνει εἰ ὁ ὑπάρχων κρότων ἐπιτήδειός ἐστι εἰς φυτείαν. οἱ περὶ Κύπριον ὁμαλίζουσι, ὡς δʼ ἂν παύσωνται, συλλήψονται. τὸν σίδηρον Δημέας κεκόμισται· Κλειτόριος ἀπαιτεῖ. τὸν οἶνον οὐκ ἔφη ἐπιτήδειον εἶναι Πύρρος· οὐκ εἰλήφασι οὖν. ἔρρωσο.