Ancient Greek
P.Cair. Zen. 4 59638
Documentary Papyri, P.Cair. Zen. 4 59638
Not analysed yet
……πλη… καὶ Ἡδύλος ὁ παρὰ σοῦ επ…ακεν· οὐ γὰρ μετρίως περισπᾶται ὑπʼ αὐτοῦ εἰσπρασσομένη. ἀξιῶ δέ σε καὶ Ζωίλωι γράψαι ἀποδοῦναι αὐτῆι τὴν τιμὴν τῶν σκευῶν τῶν δεδομένων Ειρει, ὅπως ἔχηι ἀποκαταστῆσαι αὐτῶι ὅσα ὁμόλογα προσοφείλει. εἰ γὰρ μὲν οὖν μὴ προσώφειλεν εἰς τὸ βασιλικὸν ἃ δεῖ αὐτὴν διορθώσασθαι, ὡς καὶ σὺ ἐπαινεῖς, καὶ ταῦτα ἂν ἀφῆκεν ἀπολέσθαι πρὸς τῆι λοιπῆι ἀκληρίαι μᾶλλον ἢ σοὶ ἀηδῆ φαίνεσθαι. καίτοι γε ὑπολαμβάνω καὶ δίκαια καὶ εὐγνώμονα ἀξιοῦν αὐτήν, ἀλλʼ οὐθὲν ἧσσον οὐ δύναται τῶν φιλανθρώπων τυχεῖν, ἀλλʼ ἕλκεται τρίτον ἤδη μῆνα.