Ancient Greek
P.Cair. Zen. 4 59643
Documentary Papyri, P.Cair. Zen. 4 59643
Not analysed yet
εδ… κεραμείωι ἐνέβαλον θεμέλιον κατὰ χειμῶνα. οἰκοδομοῦντος δέ μου νῦν παραγενόμενος Κοροιβίδης ἀπεῖπε τῶι οἰκοδόμωι μὴ οἰκοδομεῖν, φάμενος αὑτοῦ εἶναι πάντα τὸν τόπον καὶ τὰ οἰκήματα τὰ ἐν τῶι βαλανείωι φάμενος αὑτοῦ εἶναι. ἐμοὶ οὖν οὐ μέλει ὅτι ἐκωλύθην· εἴδειν γὰρ ὅτι, ἂν σὺ παραγένῃ, οἰκοδομήσω· ἀλλʼ ἢ ὅτι πολλὰ κατέπαιξέ σου. παρῆν δὲ καὶ Πτολεμαῖος, ὃς ἐπετίμα αὐτῶι λέγων ὅτι, γνωρίζω τὸν τόπον ἅπαντα ὄντα Ζήνωνος· παρῆν δὲ καὶ Μικίνας καὶ Γλαῦκος καὶ Στάτιος καὶ Καλλίστρατος καὶ Πισίθεος καὶ πολλοὶ τῶν ἄλλων.