Ancient Greek
P.Cair. Zen. 4 59647
Documentary Papyri, P.Cair. Zen. 4 59647
Not analysed yet
……πλείω ……τῶν αὐτῶν …διὰ τὸ μήτε τόπον ἔχειν ἐν ὧι πραγματευώμεθα μήτε χάρταις κεχορηγῆσθαι ἱκανῶς, ἀξιοῦμέν σε, ὅπως μὴ μακρὰν ὦμεν ἀπεσπασμένοι ἀπὸ σοῦ διὰ τὴν σὴν ἄγνοιαν, πλίνθον τε συντάξαι προσαγαγεῖν καὶ ξύλα καὶ κάλαμον, ὅπως οἰκημάτιον ἡμῖν οἰκοδομηθῇ ἐφήμερον ο…ι εις… μήτε ἡμεῖς καθυστερῶμέν τινος τῶν χρησίμων συντελέσαι τοὺς τε κεχειρικότας δυνώμεθα προσκαλούμενοι διαπυνθάνεσθαι περὶ ὧν ἂν βουλώμεθα καὶ μὴ τῶν βασιλικῶν τι παρακούωμεν. καὶ τὰ δὲ λοιπὰ καλῶς ποιήσεις χάρτας μεταπεμψάμενος ἡμῖν ρ, ὧν τὴν τιμὴν ἀνοίσομεν εἰς τὸν Ἀπολλωνίου λόγον. δοθέντων δʼ ἡμῖν τῶν χαρτῶν καὶ τοῦ τόπου δυνάμεθα οὐ μόνον τῶν χαρτῶν τὴν τιμὴν εἰσαγαγεῖν ἐκ τῶν ἐφελκομένων …τῶν Ἀπολλωνίου …λόγων. ἀργυρίου γάρ ἐστιν οὐκ ὀλίγον πλῆθος, ὡσαύτως δὲ καὶ σίτου. …ι δὲ σοὶ αὐτῶι οὐκ οἶμαι μέν σε ἀγνοεῖν, πλὴν φανε- ρόν σοι ποιήσομεν, ἐὰν βούλῃ ἡμῖν σαυτὸν ἐπιδοῦναι εἰς τὸ διευσχημονεῖν ἡμᾶς· ἔστι δὲ ὃ ἀξιοῦμέν σε τότε εἰς τοὺς ὑπογραφέας ποιῆσαι ἡμῖν, τρισίν ,ἑνὶ μὲν δραχμὰς ε καὶ πυρῶν ἀρτάβην α 𐅵,τοῖς δὲ δυσὶ ἀνὰ δραχμὰς γ καὶ πυρῶν ἀρτάβην α 𐅵,ὃ γίνεται εἰς τὸν ἐνιαυτὸν δραχμαὶ ρκβ καὶ πυρῶν ἀρτάβαι νδ, καὶ ἡμῖν δὲ αὐτοῖς προσθεῖναι ἐπὶ τοῦ παρόντος, ἕως ἂν Ἀπολλωνίωι ἐντύχωμεν, σίτου μὲν κατὰ μῆνα πυρῶν ἀρτάβας γ, πρὸς δὲ τὸ ὀψώνιον δραχμὰς ι εὐτύχει.