Ancient Greek
P.Cair. Zen. 4 59651
Documentary Papyri, P.Cair. Zen. 4 59651
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Νικάρχου. τυγχάνω ὑπερανηλωκὼς εἰς τὸ γεώργιον πλέον τοῦ μετόχου Διονυσοδώρου χαλκοῦ δραχμὰς ζ διώβολον, ἃς ἐκ λόγου προσωφείλησεν διαλογισάμενος πρός με ἐναντίον ἀνδρῶν Σωπάτρου, Μενίππου, Σωτᾶ, Ἡγησάνδρου, καὶ ἄλλας χαλκοῦ δραχμὰς ε, ἃς ἔχει ἐκ τραπέζης εἰς ἐργάτας, περὶ ὧν ……τος πυρῶν …Αχ δραχμ α ὀβολ 2, εἰς τὸ αὐτὸ δραχμαὶ …καλῶς ἂν οὖν ποιήσαις ἐπαναγκάσας, ἐπειδὴ αὐτὸς ἀγνώμων ἐστὶν καὶ οὐ θέλει εἰσενέγκαι, ἵνα εἰς τὴν γῆν ἀνηλωθῆι, τὸ μὲν ὁμόλογον ἤδη ἀποδοῦναι περὶ εἰ δέ τινος ἀντιλέγει ……ισταμε… αὐτὸν λ… ἔτους …,Μεχεὶρ η. Νικάρχου. …Τιμοξένωι χαίρειν. Νικαρ