Ancient Greek
P.Cair. Zen. 4 59659
Documentary Papyri, P.Cair. Zen. 4 59659
Not analysed yet
……εἰς Φιλαδέλφειαν μετὰ Δ… καὶ Ἀμύντου, ὄντων ἡμῶν κατὰ τὸ Νέστου ἐποίκιον, λῃσταὶ παροινήσαντες ἡμᾶς, ἐμὲ δὲ καὶ δήσαντες τῶν ἀγκώνων, περιείλοντό μου ὑποζύγια Ζήνωνος δύο ,ἃ ᾤχοντο ἔχοντες, ὧν ἓν ἄρρεν βαδιστικὸν λευκὸν ἄξιον δραχμῶν ρμ, χαλινὸν ἱππικὸν ἔχον ῥυτῆρας ἄξιον δραχμῶν δ, σφαίρωμα ἄξιον δραχμῶν γ, ἱδρῶια ε δραχμῶν ε, ἀστράβην ἀξίαν τριωβόλου, καὶ ζώνην ἀξίαν δραχμῆς α τετρωβόλου, ξ ο δραχμῶν ἄλλο ἄρσεν ἐργατικὸν λευκὸν ἄξιον δραχμῶν ν, καὶ τούτου ἱδρῶια ε δραχμῶν δ, παλαιὰ ϛ ἄξια δραχμῶν β, Αἰγύπτια κον… δραχμῶν β τριωβόλου, ζώνην διπλῆν ἀξίαν α διωβόλου καὶ ἐμὸν χιτῶνα ἄξιον δραχμῶν ε καὶ τριβώνιον ἄξιον δραχμῶν γ καὶ ἐν μαρσιππίωι χαλκῶν ὀβολὸς α 𐅵καὶ ζώνην ἀξίαν τριωβόλου καὶ πιλίον ἄξιον τριωβόλου δακτύλιον σιδηροῦν ἐφʼ οὗ ἐπίσημον Ἑρμῆς ἄξιον δραχμῆς α κοντάριον ἄξιον α ὀβολοῦ ν κα ὀβολοὶ β 𐅵ιδ ὀβολὸς κα ὀβολὸς α 𐅵γίνονται δραχμαὶ σκε ὀβολοὶ β 𐅵