Ancient Greek
P.Cair. Zen. 4 59661
Documentary Papyri, P.Cair. Zen. 4 59661
Not analysed yet
ὃ ἀναφέρει Γοργίλος πλέον τῆς πέμπτης ληνοῦ μετρητὰς ιγ, ἐγὼ δʼ ἔχω μετρητὰς ιβ· καὶ τῆς ἕκτης ληνοῦ ἀναφέρει με μετρητὰς ρκ, ἐγὼ δʼ ἔχω μετρητὰς ρη· καὶ τῆς ἐνάτης ληνοῦ ἀναφέρει με μετρητὰς ρνε ἐγὼ δʼ ἔχω μετρητὰς ρνα. ἔστι τούτων τὸ πλέον ὃ ἀναφέρει Γοργίλος μετρηταὶ ιζ.